Όρφικός ύμνος Ήρας

04:00 20/8/2013 - Πηγή: NewsNow
Ήρας, θυμίαμα ἀρώματα. Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε, ῞Ηρα παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα, ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς, ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε· χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῶι· πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ᾽ ἀνάσσεις ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.
Keywords
Τυχαία Θέματα