ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ (ΚΕΦΑΛΑΙΟ 37 ΑΝΑΦΟΡΑ ΣΤΗ ΔΗΜΟΚΡΑΤΙΑ​)

ΚΕΦΑΛΑΙΟ 37

Ξρώμεθα γὰρ πολιτείᾳ οὐ ζηλούσῃ τοὺςτῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλοναὐτοὶ ὄντες τισὶν ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ' ἐςπλείονας οἰκεῖν δημοκρατία κέκληται·μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδιαδιάφορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν,ὡς ἕκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρουςτὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ' ἀρετῆςπροτιμᾶται, οὐδ' αὖ κατὰ πενίαν, ἔχων γέ τιἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματοςἀφανείᾳ κεκώλυται. ἐλευθέρως δὲ τά τεπρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς
τὴν πρὸςἀλλήλους τῶν καθ' ἡμέραν ἐπιτηδευμάτωνὑποψίαν, οὐ δι' ὀργῆς τὸν πέλας, εἰ καθ'ἡδονήν τι δρᾷ, ἔχοντες, οὐδὲ ἀζημίους μέν,λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόναςπροστιθέμενοι. ἀνεπαχθῶς δὲ τὰ ἴδιαπροσομιλοῦντες τὰ δημόσια διὰ δέοςμάλιστα οὐ παρανομοῦμεν, τῶν τε αἰεὶ ἐνἀρχῇ ὄντων ἀκροάσει καὶ...
 τῶν νόμων, καὶμάλιστα αὐτῶν ὅσοι τε ἐπ' ὠφελίᾳ τῶνἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραφοιὄντες αἰσχύνην ὁμολογουμένην φέρουσιν.

Μετάφραση:Έχουμε δηλαδή πολίτευμα, το
Keywords
Αναζητήσεις
επιταφειος περικλη αναλυση 37, περικλεους επιταφιος δημοκρατία κεφάλαιο 37
Τυχαία Θέματα