ΕΥΧΗ ΔΙΑ ΑΠΑΛΛΑΓΗΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΛΟΓΙΣΜΩΝ

Δέσποτα Κύριε ὁ Θεός μου, οὐ ἐν χερσὶν οἱ κλῆροί μου, ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου, καὶ μὴ ἐάσῃς με συναπολέσθαι ταῖς ἀνομίαις μου, μηδὲ τῷ θελήματι ἐπακολούθησαι τῆς ἐπιθυμούσης σαρκός μου κατὰ τοῦ πνεύματος. Πλάσμα σόν εἰμι, μὴ παρίδῃς ἔργον χειρῶν σου, μὴ ἀποστραφῇς, οἴκτειρον, ἀλλὰ μὴ ἐξουδενώσῃς, μηδὲ ὑπερίδῃς με, Κύριε, ὅτι ἀσθενὴς εἰμι, ὅτι πρὸς σὲ κατέφυγον τὸν σκεπαστήν μου Θεόν.Ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, σῶσον με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ νεότητός μου• αἰσχυνθήτωσαν οἱ ἐπανισταμένοί μοι καὶ

ἐντραπήτωσαν οἱ ζητοῦντες με ἐξῶσαι ἀπὸ σοῦ διὰ πράξεων ἀσέμνων, διὰ λογισμῶν ἀπρεπῶν, δι΄ ἐνθυμήσεων ἀσυμφόρων. Ἀπέλασον ἀπ΄ ἐμοῦ πᾶσαν ῥυπαρίαν, κακίας περίσσευμα, ὅτι σὺ εἶ μόνος ἅγιος, μόνος ἰσχυρός, μόνος ἀθάνατος, κατὰ πάντα ἔχων τὴν δυναστείαν ἀνείκαστον, καὶ διὰ σοῦ δίδοται πᾶσιν ἡ κατὰ τοῦ διαβόλου καὶ τῆς αὐτοῦ στρατιᾶς ἰσχύς. Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Το άρθρο ΕΥΧΗ ΔΙΑ ΑΠΑΛΛΑΓΗΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΛΟΓΙΣΜΩΝ εμφανίστηκε πρώτα στο ΕΚΚΛΗΣΙΑ ONLINE.

Keywords
Τυχαία Θέματα