Ευαγγελικό Ανάγνωσμα Κυριακής ΣΤ’ Ματθαίου

Τῷ καιρῷ ἐκείνῳ, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς τὸ πλοῖον, διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἰδού τινες τῶν Γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· ῞Ινα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι· ἢ

εἰπεῖν· Ἔγειρε καὶ περιπάτει; ῞Ινα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· (τότε λέγει τῷ παραλυτικῷ)· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Το άρθρο Ευαγγελικό Ανάγνωσμα Κυριακής ΣΤ’ Ματθαίου εμφανίστηκε πρώτα στο ΕΚΚΛΗΣΙΑ ONLINE.

Keywords
Τυχαία Θέματα